Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.188 Joseph. AJ 6.193 (English) >>Joseph. AJ 6.197

6.191πεσὼν δʼ Γολίαθος ἧττα καὶ φυγὴ γίνεται Παλαιστίνοις· τὸν γὰρ δοκιμώτατον ἰδόντες ἐρριμμένον καὶ περὶ τῶν ὅλων δείσαντες οὐκέτι μένειν διέγνωσαν, ἀλλʼ αἰσχρᾷ καὶ ἀκόσμῳ φυγῇ παραδόντες ἑαυτοὺς ἐξαρπάζειν τῶν κινδύνων ἐπειρῶντο. Σαοῦλος δὲ καὶ πᾶς τῶν Ἑβραίων στρατὸς ἀλαλάξαντες ἐκπηδῶσιν εἰς αὐτοὺς καὶ πολλοὺς ἀποσφάττοντες διώκουσιν ἄχρι τῶν Γίττης ὁρίων καὶ τῶν πυλῶν τῶν Ἀσκάλωνος. 6.192καὶ θνήσκουσι μὲν τῶν Παλαιστίνων εἰς τρισμυρίους, δὶς δὲ τοσοῦτοι τραυματίαι γίνονται. Σαοῦλος δὲ ὑποστρέψας εἰς τὸ στρατόπεδον αὐτῶν διαρπάζει τὸ χαράκωμα καὶ ἐνέπρησε· τὴν κεφαλὴν δὲ Γολιάθου Δαβίδης εἰς τὴν ἰδίαν σκηνὴν ἐκόμισε καὶ τὴν ῥομφαίαν ἀνέθηκε τῷ θεῷ. 6.193

Φθόνον δὲ καὶ μῖσος τοῦ Σαούλου πρὸς αὐτὸν αἱ γυναῖκες ἐρεθίζουσιν· ὑπαντῶσαι γὰρ τῇ στρατιᾷ νικηφόρῳ μετὰ κυμβάλων καὶ τυμπάνων καὶ παντοίας χαρᾶς ᾖδον αἱ μὲν γυναῖκες, ὡς πολλὰς Σαοῦλος ἀπώλεσε Παλαιστίνων χιλιάδας, αἱ παρθένοι δὲ, ὡς μυριάδας Δαυίδης ἀφανίσειε. 6.194τούτων δὲ ἀκούων βασιλεύς, ὡς τὸ μὲν ἔλαττον τῆς μαρτυρίας αὐτὸς λάβοι, τὸ δὲ τῶν μυριάδων πλῆθος ἀνατεθείη τῷ νεανίσκῳ, καὶ λογισάμενος μηδὲν οὕτω μετὰ λαμπρὰν εὐφημίαν τὴν βασιλείαν ὑστερεῖν αὐτῷ φοβεῖσθαι καὶ ὑποπτεύειν ἤρξατο τὸν Δαυίδην.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.188 Joseph. AJ 6.193 (English) >>Joseph. AJ 6.197

Powered by PhiloLogic